Monday, March 11, 2019

Ιωάννη Χρυσοστόμου, Περί νηστείας

Καλή κι ευλογημένη αγία Τεσσαρακοστή

 





"Νηστεύεις; Πένητα μὴ παρίδῃς.
Νηστεύεις; Βλέπε τῆς χήρας τὰ δάκρυα.
Νηστεύεις; Γυμνὸν περίβαλλε.
Νηστεύεις; Βλέπε ὀρφανοὺς στενάζοντας.
Νηστεύεις; Ἐὰν ἔχῃς, ἐλέησον· εἰ  δὲ οὐκ ἔχεις, κἂν μὴ ἁρπάζῃς τὰ ἀλλότρια.
Νηστεύεις; Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον, καὶ ἀρκεῖ σοι εἰς σωτηρίαν.
Νηστεύεις; Μὴ ἀφανίσῃς τὸ πρόσωπόν σου, ὥσπερ οἱ ὑποκριταὶ, μὴ σκυθρωπάσῃς, ἀλλ' ἄλειψόν σου τὴν κεφαλὴν, καὶ τὸ πρόσωπόν σου νίψαι, ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων, ἀλλὰ τῷ ἐτάζοντι καρδίας καὶ νεφρούς.
Ἐὰν νηστεύῃς, οὕτω νήστευε ὡς ὁ Χριστὸς ἐκέλευσεν, ἵνα μὴ καὶ τὸν κόπον ὑπομείνῃς, καὶ τὸν μισθὸν ἀπολέσῃς.
Ἐὰν γὰρ νηστεύῃς, βλέπε μὴ δανείσῃς τὸ ἀργύριόν σου ἐπὶ τόκῳ.
Νηστεύεις; Διάῤῥηξον βιαίων συναλλαγμάτων χειρόγραφον· συγχώρησον, ἵνα συγχωρῇ σοι· τῷ ἀδελφῷ σου τὴν λύπην ἄφες, ἵνα ἀφεθῇς· ἐλέησον, ἵνα ἐλεηθῇς· ἄφες τῷ πλησίον τὸ σφάλμα.
Νηστεύεις; Ἐλέησον ὃν ἠδίκησας, μὴ φθονήσῃς ποτὲ ἀδελφῷ, μήτε πάλιν μισήσῃς τινά. Νηστεύεις; Μὴ κενοδοξήσῃς.
Νηστεύεις; Φύγε πορνείαν, τὴν μιαίνουσαν ἡμῶν τὴν ψυχὴν καὶ τὸ σῶμα· πορνείαν, τὴν χωρίζουσαν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ καὶ ἀπὸ τῶν ἁγίων· πορνείαν, τὴν πρόξενον τοῦ αἰωνίου καὶ ἀσβέστου πυρός.
Νηστεύεις; Μὴ συκοφαντήσῃς πένητα, ἵνα μὴ παροργίσῃς τὸν ποιήσαντα αὐτόν. Νηστεύεις; Θρέψον πεινῶντας, πότισον διψῶντας, γυμνοὺς ἔνδυσον, ξένους παραμύθησαι, ἀσθενοῦντας ἐπίσκεψαι, τῶν ἐν φυλακῇ μὴ ἐπιλάθῃς, καταπονουμένους ἐλέησον, θλιβομένων καὶ ὀδυρομένων ἐπιμελήθητι, γενοῦ εὔσπλαγχνος, πρᾶος, ἀγαθὸς, ἥμερος, εἰρηνοποιός· γενοῦ μακρόθυμος, ἐλεήμων, ἀμνησίκακος, ἄμαχος, εὐλαβὴς, ἵνα ὁ Θεὸς τὴν νηστείαν σου ἀποδέξηται, καὶ τῆς μετανοίας τὸ κέρδος μετὰ πολλῆς τῆς προσθήκης παράσχῃ σοι.
Οὐδὲν γὰρ ἀδελφὸς δύναται βοηθῆσαι ἡμῖν ἐν ἐκείνῃ τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, ὡς ἡ μετάνοια καὶ ἡ ἐλεημοσύνη.
Ταῦτα παρακαλῶ, ἀδελφοὶ, ἵνα ἀσφαλῶς τηρήσωμεν, καὶ μισθὸν κομισώμεθα παρὰ τοῦ Θεοῦ· ἵν' ἀκούσωμεν τῆς μακαρίας φωνῆς ἐκείνης τῆς λεγούσης· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ ἀσθενὴς καὶ γυμνὸς καὶ ἐν φυλακῇ, καὶ διηκονήσατέ μοι.
Ἧς τῆς φωνῆς ἀξιωθείημεν πάντες ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. "  

Ιωάννου Χρυσοστόμου, Περί νηστείας. Λόγος Ε΄. PG 60, 718-720