Friday, April 17, 2020

Ἡ ζωὴ ἐν τάφῳ

Σήμερον συνέχει τάφος, τὸν συνέχοντα παλάμῃ τὴν Κτίσιν· καλύπτει λίθος, τὸν καλύψαντα ἀρετῇ, τοὺς οὐρανούς· ὑπνοῖ ἡ ζωή, καὶ ᾍδης τρέμει, καὶ Ἀδὰμ τῶν δεσμῶν ἀπολύεται.



Διὰ θανάτου τὸ θνητόν, διὰ ταφῆς τὸ φθαρτὸν μεταβάλλεις· ἀφθαρτίζεις γὰρ θεοπρεπέστατα, ἀπαθανατίζων τὸ πρόσλημμα· ἡ γὰρ σάρξ σου διαφθορὰν οὐκ εἶδε Δέσποτα, οὐδὲ ἡ ψυχή σου εἰς ᾍδου, ξενοπρεπῶς ἐγκαταλέλειπται.