Monday, April 20, 2020

Οὐκ ἔστιν ὧδε, ἀλλ᾽ ἠγέρθη








  Ἑορτάσωμεν οὖν ἡδέως τε καὶ
σωφρόνως· Αὕτη γὰρ ἀληθῶς ἡ ἡμέρα ἣν ἐποίησεν
ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν
αὐτῇ· κηρύξωμεν τὴν τοῦ Σωτῆρος ἀνάστασιν, μᾶλλον
δὲ τὴν ἡμετέραν βοήσωμεν σωτηρίαν· κηρύξωμεν τῆς
σωτηρίου ἡμέρας τὴν ὑπόμνησιν· κηρύξωμεν τὴν
νέκρωσιν τοῦ διαβόλου, τὴν τῶν ἀκαθάρτων δαιμόνων
αἰχμαλωσίαν, τὴν τῶν Χριστιανῶν σωτηρίαν, τὴν τῶν
νεκρῶν ἀνάστασιν.